LA MOSCA.
- 1. Μυῖα. LA MOSCA.
Μυῖα ἐμπεσοῦσα εἰς χύτραν κρέως, ἐπειδὴ ὑπὸ τοῦ ζωμοῦ
ἀποπνίγεσθαι ἔμελλεν, ἔφη πρὸς ἑαυτήν· “Ἀλλ' ἔγωγε καὶ
βέβρωκα καὶ πέπωκα καὶ λέλουμαι· κἂν ἀποθάνω, οὐδέν μοι
μέλει.” Ὁ λόγος δηλοῖ ὅτι ῥᾴδιον φέρουσι τὸν θάνατον
οἱ ἄνθρωποι, ὅταν ἀβασανίστως παρακολουθήσῃ.